Psalms 115

1 Αλληλουια. Ἐπίστευσα, διὸ ἐλάλησα ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

2 ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης.

3 τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι

4 ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι.

6 τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

7 ὦ κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου,

8 σοὶ θύσω θυσίαν αἰνέσεως

9 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ

10 ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου, Ιερουσαλημ.

Settings